Acts 9

1 δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ 2ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. 3ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ,
 ἐξαίφνης τε αὐτὸν περιήστραψεν = WH Treg NA/NIV: || καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν = RP
ἐξαίφνης τε αὐτὸν περιήστραψεν ⸃ φῶς
 ἐκ = WH Treg NA/NIV: || ἀπὸ = RP
ἐκ τοῦ οὐρανοῦ,
4καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις; 5εἶπεν δέ· Τίς εἶ, κύριε;
 δέ = WH Treg NA/NIV: || δέ κύριος εἶπεν = RP
δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
6ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι
 ὅ τί = Treg NA/NIV: || ὅτι = WH; || τί = RP
τί ⸃ σε δεῖ ποιεῖν.
7οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. 8ἠγέρθη δὲ
 Σαῦλος = WH Treg NA/NIV: || ὁ Σαῦλος = RP
Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων
 δὲ = WH Treg NA/NIV: || τε = RP
δὲ τῶν ὀφθαλμῶν αὐτοῦ
 οὐδὲν = WH Treg NA/NIV: || οὐδένα = RP
οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
9καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.

10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν
 ἐν ὁράματι ὁ κύριος = WH Treg NA/NIV: || ὁ κύριος ἐν ὁράματι = RP
ἐν ὁράματι κύριος ⸃· Ἁνανία. δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε.
11 δὲ κύριος πρὸς αὐτόν·
 Ἀναστὰς = Treg NA/NIV RP: || Ἀνάστα = WH
Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται,
12καὶ εἶδεν
 ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι = WH Treg NA/NIV: || ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν = RP
ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι ⸃ εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ
 χεῖρας = Treg: || τὰς χεῖρας = WH NA/NIV; || χεῖρα = RP
χεῖρας ὅπως ἀναβλέψῃ.
13ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε,
 ἤκουσα = WH Treg NA/NIV: || ἀκήκοα = RP
ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ
 τοῖς ἁγίοις σου ἐποίησεν = WH Treg NA/NIV: || ἐποίησεν τοῖς ἁγίοις σου = RP
τοῖς ἁγίοις σου ἐποίησεν ⸃ ἐν Ἰερουσαλήμ·
14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15εἶπεν δὲ πρὸς αὐτὸν κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς
 ἐστίν μοι = WH Treg NA/NIV: || μοι ἐστίν = RP
ἐστίν μοι ⸃ οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον
 ἐθνῶν = Treg NA/NIV RP: || τῶν ἐθνῶν = WH
ἐθνῶν
 τε = WH Treg NA/NIV: || [omit] = RP
τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ,
16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, κύριος ἀπέσταλκέν με,
 Ἰησοῦς = WH Treg NA/NIV: || [omit] = RP
Ἰησοῦς ὀφθείς σοι ἐν τῇ ὁδῷ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
18καὶ εὐθέως ἀπέπεσαν
 αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν = WH Treg NA/NIV: || ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ = RP
αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ⸃
 ὡς = WH Treg NA/NIV: || ὡσεὶ = RP
ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη,
19καὶ λαβὼν τροφὴν
 ἐνίσχυσεν = Treg NA/NIV RP: || ἐνισχύθη = WH
ἐνίσχυσεν.

Ἐγένετο
 δὲ = WH Treg NA/NIV: || δὲ ὁ Σαῦλος = RP
δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς,
20καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν
 Ἰησοῦν = WH Treg NA/NIV: || χριστόν = RP
Ἰησοῦν ὅτι οὗτός ἐστιν υἱὸς τοῦ θεοῦ.
21ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν πορθήσας
 ἐν = WH Treg RP: || εἰς = NA/NIV
ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ
 συνέχυννεν = WH NA/NIV: || συνέχυνεν = Treg RP
συνέχυννεν
 τοὺς = Treg NA/NIV RP: || [omit] = WH
τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν χριστός.

23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἐπιβουλὴ αὐτῶν.
 παρετηροῦντο δὲ καὶ = WH Treg NA/NIV: || Παρετήρουν τε = RP
παρετηροῦντο δὲ καὶ ⸃ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
25λαβόντες δὲ
 οἱ μαθηταὶ αὐτοῦ = WH Treg NA/NIV: || αὐτὸν οἱ μαθηταὶ = RP
οἱ μαθηταὶ αὐτοῦ ⸃ νυκτὸς
 διὰ τοῦ τείχους καθῆκαν αὐτὸν = WH Treg NA/NIV: || καθῆκαν διὰ τοῦ τείχους = RP
διὰ τοῦ τείχους καθῆκαν αὐτὸν ⸃ χαλάσαντες ἐν σπυρίδι.

26Παραγενόμενος δὲ
 εἰς = WH Treg NA/NIV: || ὁ Σαῦλος ἐν = RP
εἰς Ἰερουσαλὴμ
 ἐπείραζεν = WH Treg NA/NIV: || ἐπειρᾶτο = RP
ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
27Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι
 τοῦ = NA/NIV RP: || [omit] = WH Treg
τοῦ Ἰησοῦ.
28καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος
 καὶ ἐκπορευόμενος = WH Treg NA/NIV: || [omit] = RP
καὶ ἐκπορευόμενος ⸃ εἰς
 Ἰερουσαλήμ = WH Treg NA/NIV: || Ἰερουσαλήμ καὶ = RP
Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ
 κυρίου = WH Treg NA/NIV: || κυρίου Ἰησοῦ = RP
κυρίου,
29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν
 ἀνελεῖν αὐτόν = WH Treg NA/NIV: || αὐτόν ἀνελεῖν = RP
ἀνελεῖν αὐτόν ⸃.
30ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.

31
 Ἡ … ἐκκλησία … εἶχεν … οἰκοδομουμένη … πορευομένη … ἐπληθύνετο = WH Treg NA/NIV: || Αἱ … ἐκκλησίαι … εἶχον … οἰκοδομούμεναι … πορευόμεναι … ἐπληθύνοντο = RP
μὲν οὖν ἐκκλησία καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο ⸃.

32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. 33εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα
 ὀνόματι Αἰνέαν = WH Treg NA/NIV: || Αἰνέαν ὀνόματι = RP
ὀνόματι Αἰνέαν ⸃ ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ
 κραβάττου = WH Treg NA/NIV: || κραββάτῳ = RP
κραβάττου, ὃς ἦν παραλελυμένος.
34καὶ εἶπεν αὐτῷ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς
 Χριστός = WH Treg NA/NIV: || ὁ χριστός = RP
Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη.
35καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν
 Σαρῶνα = WH Treg NA/NIV: || Ἀσσάρωνα = RP
Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.

36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης
 ἔργων ἀγαθῶν = WH Treg NA/NIV: || ἀγαθῶν ἔργων = RP
ἔργων ἀγαθῶν ⸃ καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
37ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ
 ἔθηκαν αὐτὴν = Treg NA/NIV: || αὐτὴν ἔθηκαν = RP; || ἔθηκαν = WH
ἔθηκαν αὐτὴν ⸃ ἐν ὑπερῴῳ.
38ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν
 δύο ἄνδρας = WH Treg NA/NIV: || [omit] = RP
δύο ἄνδρας ⸃ πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ
 ὀκνήσῃς = WH Treg NA/NIV: || ὀκνῆσαι = RP
ὀκνήσῃς διελθεῖν ἕως
 ἡμῶν = WH Treg NA/NIV: || αὐτῶν = RP
ἡμῶν·
39ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα Δορκάς. 40ἐκβαλὼν δὲ ἔξω πάντας Πέτρος
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
41δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης
 τῆς = Treg NA/NIV RP: || [omit] = WH
τῆς Ἰόππης, καὶ
 ἐπίστευσαν πολλοὶ = WH Treg NA/NIV: || πολλοὶ ἐπίστευσαν = RP
ἐπίστευσαν πολλοὶ ⸃ ἐπὶ τὸν κύριον.
43ἐγένετο
 δὲ = WH NA/NIV RP: || δὲ αὐτὸν = Treg
δὲ ἡμέρας ἱκανὰς
 μεῖναι = WH Treg NA/NIV: || μεῖναι αὐτὸν = RP
μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.



Copyright information for SBLG